Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.350 Joseph. AJ 6.355 (English) >>Joseph. AJ 6.359

6.353ἐμέμφθη δὲ ὑπὸ τῶν στρατηγῶν ἄνδρα παρειληφὼς ἐπὶ συμμαχίᾳ πολέμιον καὶ ἀποπέμπειν συνεβούλευον, μὴ καὶ λάθῃ μέγα διʼ αὐτὸν κακὸν τοὺς φίλους ἐργασάμενος· καὶ γὰρ οὕτω παρέξειν καταλλαγῆναι πρὸς τὸν δεσπότην κακώσαντα τὴν ἡμετέραν δύναμιν. 6.354 δὴ καὶ προορώμενον εἰς τὸν τόπον ὃν ἔδωκεν αὐτῷ κατοικεῖν ἐκέλευον ἀποπέμπειν σὺν τοῖς ἑξακοσίοις ὁπλίταις· τοῦτον γὰρ εἶναι τὸν Δαυίδην, ὃν ᾄδουσιν αἱ παρθένοι πολλὰς μυριάδας Παλαιστίνων ἀπολέσαντα. ταῦτʼ ἀκούσας τῶν Γιττῶν βασιλεὺς καὶ καλῶς εἰρῆσθαι λογισάμενος καλέσας τὸν Δαυίδηνἐγὼ μέν, 6.355εἶπε, μαρτυρῶ σοι πολλὴν περὶ ἐμὲ σπουδὴν καὶ εὔνοιαν καὶ διὰ τοῦτό σε σύμμαχον ἐπηγόμην· οὐ δοκεῖ δὲ ταὐτὸ τοῖς στρατηγοῖς. ἀλλʼ ἄπιθι μεθʼ ἡμέραν εἰς ὃν ἔδωκά σοι τόπον μηδὲν ὑπονοῶν ἄτοπον, κἀκεῖ φύλασσέ μοι τὴν χώραν, μή τινες εἰς αὐτὴν τῶν πολεμίων ἐμβάλωσιν. 6.356ἔστι δὲ καὶ τοῦτο συμμαχίας μέρος.” καὶ Δαυίδης μέν, ὡς ἐκέλευσεν τῶν Γιττῶν βασιλεύς, ἧκεν εἰς Σίκελλαν. καθʼ ὃν δὲ καιρὸν ἐξ αὐτῆς συμμαχήσων τοῖς Παλαιστίνοις ἀπῆλθε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος ἐπελθὸν αἱρεῖ τὴν Σίκελλαν κατὰ κράτος, καὶ ἐμπρήσαντες καὶ πολλὴν λείαν ἄλλην ἔκ τʼ αὐτῆς ἐκείνης καὶ τῆς ἄλλης τῶν Παλαιστίνων χώρας λαβόντες ἀνεχώρησαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.350 Joseph. AJ 6.355 (English) >>Joseph. AJ 6.359

Powered by PhiloLogic